Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.124 Dem. 19.127 (English) >>Dem. 19.129

19.125ἐπειδὴ δʼ ἀπωλώλεσαν οἱ Φωκεῖς ὕστερον ἡμέραις πέντʼ ἕξ, καὶ τέλος εἶχε τὸ μίσθωμʼ ὥσπερ ἂν ἄλλο τι τούτῳ, καὶ Δερκύλος ἐκ τῆς Χαλκίδος ἧκεν ἀναστρέψας καὶ ἀπήγγειλεν ὑμῖν ἐκκλησιάζουσιν ἐν Πειραιεῖ ὅτι Φωκεῖς ἀπολώλασι, καὶ ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἀκούσαντες εἰκότως κἀκείνοις συνήχθεσθε καὶ αὐτοὶ ἐξεπέπληχθε, καὶ παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατακομίζειν ἐψηφίζεσθε καὶ τὰ φρούριʼ ἐπισκευάζειν καὶ τὸν Πειραιᾶ τειχίζειν καὶ τὰ Ἡράκλειʼ ἐν ἄστει θύειν, 19.126ἐπειδὴ ταῦτʼ ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνικαῦθʼ σοφὸς καὶ δεινὸς οὗτος καὶ εὔφωνος, οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτόν, ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀρρωστίαν ἐφʼ τότʼ ἐξωμόσαθʼ ὑπολογισάμενος, οὔθʼ ὅτι πρεσβευτὴς ἄλλος ᾕρητʼ ἀνθʼ αὑτοῦ, οὔθʼ ὅτι τῶν τοιούτων νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει, 19.127οὔθʼ ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκόθʼ ὡς ἐπικεκήρυκται χρήματʼ αὐτῷ ἐν Θήβαις, ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῆς Φωκέων χώρας ἐγκρατεῖς γεγόνασι, τηνικαῦτʼ εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον βαδίζειν· ἀλλʼ οὕτως ἔκφρων ἦν καὶ ὅλος πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι ὥστε πάντα ταῦτʼ ἀνελὼν καὶ παριδὼν ᾤχετο.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.124 Dem. 19.127 (English) >>Dem. 19.129

Powered by PhiloLogic